agathias scholasticus
Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε
ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα
Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,
ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον ὦ γλυκερὼ καὶ ὁμόφρονε: σήματι δ᾽ ὑμέων
ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.