Julianus
ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον εἴ γε καὶ αὐδῆς
ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις;
ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον: ἐκ δὲ τελευτῆς
ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα.
οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι
ὦτα λόγοις: κρατερῷ δ᾽ ἓν τέλος ἠδὲ λόγοις.