anonymi epigrammatici
τῇδὲ ποτ᾽ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα
Λαοδίκην, δηΐων ὕβριν ἀλευομένην.
σῆμα δ᾽ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο,
Μάξιμος ἔκδηλον θῆκ᾽ Ἀσίης ὕπατος,
καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατ᾽ ἄλλῃ
κείμενον ἀκλειῶς, τῷδ᾽ ἐπέθηκε κύκλῳ. [p. 304]