agathias scholasticus
Κανδαύλου τόδε σῆμα: δίκη δ᾽ ἐμὸν οἶτον ἰδοῦσα
οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.
ἤθελε γὰρ δισσοῖσιν ὑπ᾽ ἀνδράσι μηδὲ φανῆναι,
ἀλλ᾽ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον.
χρῆν ἄρα Κανδαύλην παθέειν κακὸν οὐ γὰρ ἂν ἔτλη
δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.