agathias scholasticus
οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ,
λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου:
ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους
ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους.
ξυνὴ δ᾽ ἀμφοτέρους κατέχει παγίς: εἰν ἑνὶ δ᾽ ἄμφω
κεῖνται, συζυγίης οὐκέτι παυόμενοι. [p. 308]