leontius minotaurus
σῆμα Ῥόδης: Τυρίη δὲ γυνὴ πέλεν ἀντὶ δὲ πάτρης
ἵκετο τήνδε πόλιν, κηδομένη τεκέων.
αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου,
ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν.
γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλα
ζώειν τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον.