agathias scholasticus
Ἀβάλε μηδ᾽ ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα:
οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.
νῦν δ᾽ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται,
γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος:
τρισσὴ δ᾽ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει
τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.
κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης:
αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.