Julianus
Μύγδων τέρμα βίοιο λαχὼν, αὐτόστολος ἦλθεν
εἰς ἀίδην, νεκύων πορθμίδος οὐ χατέων.
ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων,
ἄγραις εἰναλίαις πολλάκι βριθομένην, [p. 314]
τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴν
εὕρετο συλλήξας ὁλκάδι καιομένῃ.
οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξον
Μύγδονι, καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον,