Julianus
οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ,
κάτθανε: φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ.
καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳ
μούνῳ: τοῖς δ᾽ ἑτέροις Παλλὰς ἐρυμνοτάτη.
τίς λίθος οὐκ ἐγόησεν, ὅτ᾽ ἐξήρπαξεν ἐκείνην
εὐρυβίης Ἀίδης ἀνδρὸς ἀπ᾽ ἀγκαλίδων ;