Julianus
φεῦ, φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνει
ἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων.
καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπ᾽ ἠελιώτιδος αἴγλης,
πέμπτον ἐφ᾽ ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος,
σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις,
οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη.