agathias scholasticus
φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν
Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.
ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί,
ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα.
καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,
τύμβον Ἰωάννης ἀνθ᾽ Ἑλικῶνος ἔχειν.