agathias scholasticus
Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις
ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος:
ὅκκα δ᾽ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας
τὰν Μυτιληναίων γᾶν ἀλάπαξε Πάχης,
τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως
ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος.
ταὶ δὲ κατ᾽ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην,
καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην
δάμῳ δ᾽ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,
μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.. [p. 330]
τοῖα μὲν, ὦ κούρα, πεπονήκατον ἂψ δ᾽ ἐπὶ πάτραν
ἥκετον, ἐν δ᾽ αὐτᾷ κεῖσθον ἀποφθιμένα:
εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων
εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας:
ὑμνεῦσιν δ᾽ ἔτι πάντες ὁμόφρονας ἡρωίνας,
πάτρας καὶ ποσίων πήματα τισαμένας.