antipater
εἰδότα κἠπ᾽
Ἄτλαντα τεμεῖν πόρον, εἰδότα Κρήτης
κύματα καὶ Πόντου ναυτιλίην Μέλανος,
Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα
ἐν λιμένι, πρῴρης νύκτερον ἐκχύμενον,
δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτ᾽ ἤμεεν. ἆ πόσον ὕδωρ
ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει.