diodorus
κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρου
κάππεσεν, ἐκ δ᾽ ἐάγη καίριον ἀστράγαλον,
δινηθεὶς προκάρηνος. ἐπεὶ δ᾽ ἴδε θεῖον ἄνακτα
ἀντόμενον, παιδνὰς αὐτίκ᾽ ἔτεινε χέρας.
ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθειν
ὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος.