antipater
πᾶσα θάλασσα θάλασσα: τί Κυκλάδας στενὸν Ἕλλης
κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα;
ἄλλως τοὔνομ᾽ ἔχουσιν ἐπεὶ τί με, τὸν προφυγ́οντα
κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν;
νόστιμον εὐπλοΐην ἀρῷτό τις: ὡς τά γε πόντου
πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης.