euphorion
οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ᾽ ὀστέα κεῖνα καλύπτει,
οὐδ᾽ ἡ κυάνεον γράμμα λαλοῦσα πέτρη:
ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο
Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις:
ἀντὶ δ᾽ ἐγὼ ξενίης Πολυμήδεος ἡ κενεὴ χθὼν
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.