leonidas
ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως
πλώοντ᾽ οὐ πολλῇ νηὶ Τελευταγόρην,
ἄγρια χειμήνασα, κατεπρηνώσαο πόντῳ
σὺν φόρτῳ, λάβρον κῦμ᾽ ἐπιχευαμένη;
χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν
τεθρήνητ᾽ ἄπνους εὐρεῖ ἐπ᾽ αἰγιαλῷ:
Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν
τύμβον, δακρύει παῖδα Τελευταγόρην.