antipater
οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου
πορθμὸς, ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς:
ταῦθ᾽ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου;
λείψανον, ὁ προδότης ὧδ᾽ ἐπέκειτο λύχνος.
κοινὸς δ᾽ ἀμφοτέρους ὅδ᾽ ἔχει τάφος, εἰσέτι καὶ νῦν
κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ. [p. 356]