diodorus
ἰφθίμῳ τόδ᾽ ἐπ᾽ ἀνδρὶ φίλη πόλις ἤνυς1᾽ Ἀχαιῷ
γράμμα παρ᾽ εὐΰδρου νάμασιν Ἀσκανίης.
κλαῦσε δέ μιν Νίκαια: πατὴρ δ᾽ ἐπὶ οἱ Διομήδης
λάινον ὑψιφαῆ τόνδ᾽ ἀνέτεινε τάφον,
δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει
υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ.