erinna
νύμφας Βαυκίδος ἐμμί: πολυκλαύταν δὲ παρέρπων
στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ:
‘ βάσκανός ἐσς1᾽, Ἀίδα:’ τὰ δέ τοι καλὰ σάμαθ᾽ ὁρῶντι
ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,
ὡς τὰν παῖδ᾽, Ὑμέναιος ἐφ᾽ αἷς ἀείδετο πεύκαις,
ταῖσδ᾽ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ
καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν
ἐς θρήνων γοερὸν φθέγμα μεθηρμόσαο,