tullius geminus
ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δ᾽ ἐπὶ ταύταν
δούρατα, βαρβαρικᾶς σύμβολα ναυφθορίας,
καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη
καὶ Ξέρξην: τούτοις θάπτε Θεμιστοκλέα.
στάλα δ᾽ ἁ Σαλαμὶς ἐπικείσεται, ἔργα λέγουσα
τἀμά τί με σμικροῖς τόν μέγαν ἐντίθετε;