phaedimus
αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,
νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη,
δεξαμένη σποδιήν τε καὶ ὀστέα ῾ τὸν δὲ δυσαὲς
ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον᾽,
δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,
ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.