leonidas
αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου
δηλοῦσα: Κρήθων δ᾽ ἐν χθονίοις σποδιά.
ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν
βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις,
ὁ πρὶν — τί πλείω μυθεῦμαι; ὁ πᾶσι μακαρτός,
φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον.