antipater
Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νηὸς:
βάντ᾽ ἐς ἐρημαίην ἄστιβον ἠιόνα,
ἀλλ᾽ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο
μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον [p. 396]
οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς
τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον
Σισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλα
ληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον;
οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸν
ὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων.