gregorius nazianzenus
εἰς τὴν αὐτήν καὶ εἰς Ἀλύπιον τὸν αὐτῆς ἄνδρακτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ᾽ ἀναθεῖσα
Γοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσιν
οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλ᾽ ἄρα καὶ τὸν
ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.
ὄλβιε ὀλβίστης ἀλόχου πόσι: τοῖς ῥα λοετροῖς
λύματ᾽ ἀπωσάμενοι ζῆτε παλιγγενέες.