gregorius nazianzenus
ἐπιτάφιον εἰς Μαρτινιανόνεἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις,
εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων,
δαπτόμενόν τ᾽ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ,
καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος,
ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι,
ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι:
ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο
τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι. [p. 446]