gregorius nazianzenus
εἰς τὸν αὐτόνοὔποτ᾽ ἐγὼ φθιμένοισιν ἐπέχραον, οὐδ᾽ ἀπὸ τύμβων
ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους:
τοὔνεκα μηδ᾽ ἐπ᾽ ἐμοῖσι φέρειν λάεσσι σίδηρον
εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.
Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι: εἴ τις ἐμεῖο
κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω. [p. 452]