gregorius nazianzenus
εἰς τὸν ἑαυτοῦ πατέραἔνθ᾽ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε,
πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης,
μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης,
νήδυμον ὕπνον ἔχω, Γρηγορίοιο δέμας:
ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ᾽ ἱερῆες
ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.