gregorius nazianzenus
εἰς Εὐφήμιον καὶ Ἀμφίλοχον αὐταδέλφουςἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά,
πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην,
υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε,
πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες.
δεινὸν δ᾽ ἀμφοτέρους Φθόνος ἔδρακε: τὸν μὲν ἄμερσε
ζωῆς, τὸν δ᾽ ἔλιπεν ἥμισυν Ἀμφίλοχον. [p. 454]