gregorius nazianzenus
εἰς τὸν αὐτόνΔέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τιν᾽ ἀκούεις,
ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ,
αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον
δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων,
φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος.
τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι, [p. 462]