gregorius nazianzenus
πρὸς τοὺς ἐν μαρτυρίοις τρυφῶνταςεἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω
θρύψις ἀεθλοφόροις: ταῦτα γάρ ἀντίθετα.
εἰ δ᾽ οὐκ ὀρχησταῖς ἀθλήματα, οὐδὲ ἀθληταῖς
ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις
ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος
ὃς πληροῖ θυλάκους, ἂν ἀδικώτατος ᾖ;