gregorius nazianzenus
εἰς τὸν αὐτόνοὐκ ὄις, εἶτ᾽ ὀίων προφερέστατος1: αὐτὰρ ἔπειτα
ποιμήν, εἶτα πατήρ, καὶ νομέων νομέας,
θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων,
κεῖμαι Γρηγόριος Γρηγορίου γενέτης.
ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος
ἀρχιερεύς τε πατήρ, Γρηγόριος: τί πλέον;