gregorius nazianzenus
εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχωνπαῖδες χριστιανῶν τόδ᾽ ἀκούσατε: οὐδὲν ὁ τύμβος:
πῶς οὖν ὑμετέρους χώννυτ᾽ ἀριπρεπέας;
ἀλλ᾽ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν
βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.
εἰ δ᾽ ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ᾽ ἀδίκαστον,
πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.