gregorius nazianzenus
εἰς τὴν αὐτήνΣάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ,
πρῶτα Χριστιανόν, εἶθ᾽ ἱερῆα μέγαν,
σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.
Ἄννα, σὺ δ᾽ υἷα φίλον καὶ τέκες εὐξαμένη,
καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ
ἡ δ᾽ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν
Νόννα δ᾽ ἀμφοτέρων ἔλαχε κλέος: ὑστάτιον δὲ
νηῷ λισσομένη πάρθετο σῶμα φίλον.