gregorius nazianzenus
εἰς τὴν αὐτήνἭρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,
καὶ σὺ γ᾽ Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε:
ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι:
θυμῷ δ᾽ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον,
χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων,
ἥλατ᾽ ἐπουρανίην εἰς ἄντυγα ὡς ποθέεσκεν,
τρίσμακαρ ἐν νηῷ σῶμ᾽ ἀποδυσαμένη.