gregorius nazianzenus
εἰς τὸν αὐτόνκόσμος ὅλος μύθοισιν ὑπ᾽ ἀντιπάλοισιν ἀεικῶς
σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος:
αἰαῖ: Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ.
ἔγρεο: καὶ στήτω σοῖσι λόγοισι σάλος
σαῖς τε θυηπολίῃσι: σὺ γὰρ μόνος ἶσον ἔφηνας
καὶ βίοτον ἔφηνας καὶ βιότητι λόγον.