gregorius nazianzenus
εἰς τὸν αὐτόνεἷς θεὸς ὑψιμέδων ἕνα δ᾽ ἄξιον ἀρχιερῆα
ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,
ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν
Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,
Πόντου Καππαδοκῶν τε μέγα κλέος εἰσέτι καὶ νῦν,
λίσσομ᾽, ὑπὲρ κόσμου ἵστασο δῶρ᾽ ἀνάγων.