gregorius nazianzenus
εὐχὴ παρὰ τῶν γονέων εἰς τὸν μέγαν Γρηγόριονεἴη σοι βίος ἐσθλὸς ἐπ᾽ εὐλογίῃσιν ἁπάσαις
ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις:
καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς,
οἵην ἡμετέρῳ γήραϊ δῶκεν ἄναξ,
ἠιθέων λογίων τὸ μέγα κράτος, ἠδ᾽ ἱερήων,
καὶ πολιῆς σκίπων, Γρηγόρι᾽, ἡμετέρης.