gregorius nazianzenus
εἰς τὸν αὐτόνπᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν
ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων,
καὶ λογικῆς τέχνης τὰ παλαίσματα, γραμματικήν τε
ἠδ᾽ ἰητορίην, ῥητορικῆς τε μένος,
Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας,
αἰαῖ: πᾶσιν ὁμῶς νῦν κόνις ἐστ᾽ ὀλίγη.