mundus munatius
ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν
οἶκον ἀπ᾽ οὐρανίου δεξαμένη γενεῆς,
ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον
ἀσφαλὲς Ἑλλήνων οὖσά ποθ᾽ ἡμιθέων,
μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη,
τῶν ἐν ἐμοὶ μεγάλων τοὔνομ᾽ ἔχουσα μόνον.
Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε, Μυκήνης
μηκέθ᾽ ὁρωομένης, ἐσσί, καὶ ἐσσὶ πόλις.