anonymi epigrammatici
Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζον
φθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς:
πρῶτος δ᾽ εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσας
θεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο,
Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα,
κάλλιστον σεμνῆς σῆμα διχοστασίης,