apollonides
Λαίλιος, Αὐσονίων ὑπάτων κλέος, εἶπεν ἀθρήσας
Εὐρώταν: ‘Σπάρτης χαῖρε φέριστον ὕδωρ.’ [p. 150]
Μουσάων δ᾽ ἐπὶ χεῖρα βαλὼν πολυΐστορι βίβλῳ,
εἶδεν ὑπὲρ κορυφῆς σύμβολον εὐμαθίης:
κίτται, μιμηλὸν βιότου πτερόν, ἐν σκιεροῖσιν
ἄγκεσι παμφώνων μέλπον ἀπὸ στομάτων.
ὡρμήθη δ᾽ ἐπὶ ταῖσι. τί δ᾽ οὐ ζηλωτὸς ὁ μόχθος,
εἰ καὶ πτηνὰ ποθεῖ ...