theocritus
εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς
ἀμπαύων στάλικες δ᾽ ἀρτιπαγεῖς ἀν᾽ ὄρη.
ἀγρεύει δέ τυ Πάν, καὶ ὁ τὸν κροκόεντα Πρίηπος
κισσὸν ἐφ᾽ ἱμερτῷ κρατὶ καθαπτόμενος,
ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
φεῦγε, μεθεὶς ὕπνου κῶμα καταρχόμενον.