metrodorus
παντοίην βιότοιο τάμοις τρίβον εἰν ἀγορῇ μὲν
κύδεα καὶ πινυταὶ πρήξιες: ἐν δὲ δόμοις
ἄμπαυμ᾽ ἐν δ᾽ ἀγροῖς φύσιος χάρις: ἐν δὲ θαλάσσῃ
κέρδος. ἐπὶ ξείνης, ἢν μὲν ἔχῃς τι, κλέος:
ἢν δ᾽ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος
ἔσσεται: οὐ γαμέεις; ζῇς ἔτ᾽ ἐλαφρότερος. [p. 194]
τέκνα πόθος, ἄφροντις ἄπαις βίος: αἱ νεότητες
ῥωμαλέαι, πολιαὶ δ᾽ ἔμπαλιν εὐσεβέες.
οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι
μηδέποτ᾽, ἢ τὸ θανεῖν πάντα γὰρ ἐσθλὰ βίῳ.