previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


anonymi epigrammatici

ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ,
ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις,
ἡσύχιος τὸ πρῶτον, ἐπὴν δ᾽ ἐς πόντον ἵκηαι,
ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης,
νυμφίος αὐτοκέλευθος ἑῶν ὀχετηγὸς ἐρώτων,
ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης,
δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα,
φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης,
χείλεα μὲν στομάτεσσι συνήρμοσεν: οἷα δὲ νύμφη
νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ
κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ ...
καὶ φονίᾐ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή.
οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς: [p. 196]
πορφυρέᾐ δ᾽ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ,
φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι.
πολλάκι δ᾽ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ,
αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας,
ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ:
δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης
δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ
εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς,
καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο: μυρομένῳ δὲ
Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή.
οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ
Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ἔπι πολλαὶ
ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι
μαψιδίως ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: