palladas
ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺς
πόντον ἐπιπλείων χρῆμα γὰρ ἦν τι μέγα.
ἀλλ᾽ ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ,
ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας.
πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις:
οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους.