anonymi epigrammatici
εἰς τὰς ΜούσαςΚαλλιόπη σοφίην ἡρωίδος εὗρεν ἀοιδῆς:
Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπὴν
Εὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνὴν
Μελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὗρε:
Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς:
ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὗρε:
τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὗρεν
[ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς:]
Οὐρανίη πόλον εὗρε καὶ οὐρανίων χορὸν ἄστρων
κωμικὸν εὗρε Θάλεια βίον καὶ ἤθεα κεδνά.