agathias scholasticus
εἰς τὸ αὐτόεἶξον ἐμοί Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου
κείμενον, ἀγραύλου ἀγραύλου ἐρημοσύνης. [p. 370]
ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἳ τ᾽ ἐνὶ πόντῳ
Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην
ἀμφ᾽ ἐμὲ γὰρ μάρναντο: δίκασσε δὲ Κυανοχαίτης,
καί με παρ᾽ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.