antipater
εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτι
χαίρων καὶ δρυΐνῳ σπενδομένοις μέλιτι:
ἀλλ᾽ οὐχ Ἡρακλέης: ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνα
αἰτεῖ, καὶ πάντως ἓν θύος ἐκλέγεται.
ἀλλὰ λύκους εἴργει. τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲν
ὄλλυται εἴτε λύκοις, εἴθ᾽ ὑπὸ τοῦ φύλακος;