paulus silentiarius
εἰς κωνωπεῶναοὐ βριαρόν τινα θῆρα, καὶ οὔ τινα πόντιον ἰχθύν,
οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις,
ἀλλὰ βροτοὺς ἐθέλοντας: ἀλεξήτειρα δὲ τέχνη
ἀνέρα μυιάων κέντρον ἀλευόμενον
ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει,
οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου.
ὕπνου δ᾽ ἀστυφέλικτον ἄγω χάριν ἀλλὰ καὶ αὐτοὺς
δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης.